Αποφάσισε να ανοίξει site και να γράφει τις ειδήσεις στα αρχαία ελληνικά.

Τὸ Βατικάνον καὶ ἡ Βορεία Κορέα
18 Φεβρουαρίου 2021

Picture
Ὅ τι τὸ Βατικάνον ἐστὶν ἤδη ἴσμεν, ἡ μικροτάτη τῆς οἰκουμένης χώρα οὗ ὁ Πάπας οἰκεῖ, ἀλλὰ οἱ πλεῖστοι νομίζουσι πάντας τοὺς ἐκεῖ οἰκοῦντας ἱερέας εἶναι, ὃ μάλιστα ἀπὸ τῆς ἀληθείας ἀπέχει, ἐκεῖ γὰρ ἴσως ὀκτακόσιοι ἱερεῖς ἔνδον τῆς ἱερᾶς πόλεως οἰκοῦσιν... ἀλλὰ τρισχίλιοι ἄλλοι ἄνθρωποι καίπερ τοῦ Βατικάνου πολῖται οὐκ ὄντες ἔνδον αὐτοῦ ἐργάζονται, ὧν οἱ πλεῖστοι καθ' ἡμέραν εἰς τὴν πόλιν εἰσέρχονται καὶ ἐξ αὐτῆς ἐξέρχονται.

τῆς δὲ νόσου Covid-19 ἐν τῇ Ῥώμῃ (οὕτως καὶ πανταχοῦ) διασκεδασθείσης, ἔδοξε τοῖς ἐν τέλει τὸ ἀντίδοτον παρέχειν πᾶσιν οἵτινες ἐντὸς τῆς πόλεως οἰκοῦσιν, ἀμφισβήτησις δὲ ἐγένετο περὶ τοὺς ἐκεῖ ἐργαζομένους ἀλλὰ οὔτε ἐκεῖ οἰκοῦντας οὔτε πολίτας ὄντας, κίνδυνος γάρ ἐστι μὴ τὴν νόσον εἰς τὴν πόλιν εἰσενέγκωσιν· τούτων δὲ οὕτως ἐχόντων, ὁ μὲν τῆς πόλεως ἄρχων, ὁ Giuseppe Bertello, εἶπεν ὅτι ἀναγκαῖον ἔσοιτο τοῖς ἐν τῇ πόλει ἐργαζομένοις τὸ ἀντίδοτον δέχεσθαι καίπερ πολίταις μὴ οὖσιν, κατὰ δὲ τὸ ψήφισμα ὃ ὁ G. B. ἀπέδειξεν οὐκ ἐξέσται τοῦτον τὸν νόμον φυγεῖν, οἵτινες δὲ ἂν μὴ βούλωνται τὸ ἀντίδοτον δέχεσθαι ἴσως ἐκ τῆς ἐργασίας ἐκβληθήσονται· ὅμως δὲ οἵτινες ἂν τῆς ἑαυτῶν ὑγιείας ἕνεκα μὴ δέχεσθαι ἀρνῶνται δυνηθήσονται ἄλλοθι ἐργάζεσθαι ὅπου ἂν ἐλάττοσιν ἀνθρώποις συντύχωσιν.

ἐν δὲ τῷ ἐναντίῳ τοῦ κόσμου μέρει, ἐν τῇ Βορείᾳ Κορέᾳ, ἡ τοῦ Kim Jong-un γυνὴ ὅλου ἔτους ἐξελθόντος αὖθις ἐν τῷ φανερῷ ἐπεφάνη· κατὰ μὲν τὸν τῆς ἀρχῆς φερέφωνον εἰς ἐκείνην τὴν χώραν ἡ νόσος Covid-19 οὐκ ἀφίκετο, ἀλλὰ λέγεται ὅτι, τῆς νόσου ἀφικομένης, ἡ τοῦ ἄρχοντος γυνὴ τὰ πλήθη φεύγει ἵνα μὴ τοῖς ἑαυτῆς υἱοῖς μεταδῷ, ἐπεὶ δὲ ἡ ἐκεῖ παρρησία, ὡς ἔπος εἰπεῖν, τὸ πρῶτον ἆθλον ἐν ἀγῶνι ὑπὲρ τῆς ἐλευθερίας τινὶ οὐ δέξαιτο ἄν, οὐ δυνάμεθα τἀληθῆ εἰδέναι.



Ἡ πρὸς τὸν Τρᾶμπ δίκη ἄρχεται
11 Φεβρουαρίου 2021

Picture
Ἡ δίκη ἡ πρὸς τὸν Τρᾶμπ νεωστὶ ἤρξατο· περὶ μὲν τῶν ἐν τῷ Καπιτωλίῳ γεγενημένων οὐκ ἀναγκαῖόν ἐστιν ἐξηγεῖσθαι, οὐ γὰρ ἂν εὕροις ἐν πάσῃ τῇ οἰκουμένῃ ἄνθρωπόν τινα μὴ περὶ τούτων ἀκούσαντα.

τοῦ δὴ Τρᾶμπ τὴν Λευκὴν Οἰκίαν ἤδη καταλιπόντος, διὰ τί βούλονται πολλοὶ τῶν βουλευτῶν ταύτην τὴν δίκην γενέσθαι; οὐ γὰρ ἔξεστιν ἐκ τῆς ἀρχῆς ἐκβαλεῖν τοῦτον ὃς οὐκέτι ἐν τῇ ἀρχῇ ἐστιν, ἀλλὰ βούλονται αὐτὸν κωλύειν μὴ αὖθις πρόεδρον γενέσθαι πειρᾶν (οὐ γὰρ ἂν ἐξείη αὐτῷ καταδικασθέντι)· δεήσει οὖν ἀκούειν τῶν τε τὸν Τρᾶμπ σκεπαζόντων καὶ τῶν αὐτῷ ἐπιτιμώντων.

κατὰ μὲν τοὺς κατηγόρους, ὁ ὄχλος ὃς τῷ Καπιτωλίῳ προσέβαλε τοῖς τοῦ Τρᾶμπ κελεύσμασιν ἐπείθετο, ὃ οἱ συνήγοροι ἀρνοῦνται, λέγουσιν δὲ οἱ διώκοντες ὅτι ὁ Τρᾶμπ, εἰδὼς ἐν ταῖς ἀρχαιρεσίαις ἡττηθήσεσθαι, ὡς πρόφασιν ἐκ τῆς ἀρχῆς (δεῖ δὲ ἐνθάδε τοῦτον τὸν λόγον “ἀρχὴν“ τοῖν δυοῖν διανοίαιν λαβεῖν) τὸν μῦθον τὸν περὶ τῆς κιβδηλείας παρεσκευάζετο, εἶπε γὰρ “αὗται ἔσονται αἱ κιβδηλόταται ἐν τῇ ἱστορίᾳ ἀρχαιρεσίαι,“ τοῦτο δὲ εἶπε πρὶν τὰς ἀρχαιρεσίας γενέσθαι· καὶ δὴ καὶ ἐπέδειξαν χθὲς οἱ κατήγοροι ὅπως ὁ Τρᾶμπ ψεύσειέ τε καὶ ἀπειλήσειε τοὺς τοῦ ἑαυτοῦ κόμματος βουλευτὰς ἵνα τὴν τοῦ Βαῖδεν νίκην μὴ δέχοιντο.

κατὰ δὲ τοὺς συνηγόρους, ὁ Τρᾶμπ οὐδὲν τούτων ἐποίησεν, ἀλλὰ τὰ τεκμήρια ἃ οἱ κατήγοροι παρέσχον τοσαῦτά τε καὶ τοιαῦτά ἐστιν ὥστε ῥᾴδιον ἦν αἰσθέσθαι ἐν τῷ δικαστηρίῳ τοὺς συνηγόρους οὐκ ἔχοντας ὅ τι λέγοιεν, λέγεται δὲ ὅτι ὁ Τρᾶμ αὐτός, τὴν δίκην διὰ τῆς τηλεοράσεως θεώμενος, τοῖς ἑαυτοῦ συνηγόροις ὠργίσθη ἅτε ἑαυτὸν μαλακώτερον τοῦ δέοντος σκεπάζουσιν.



Ἐν τῇ Μιανμὰρ τὸ στράτευμα τὴν ἀρχὴν καταλαμβάνει
4 Φεβρουαρίου 2021

Picture
Ἐν τῇ Μιανμὰρ (τὸ πάλαι “Βιρμανίᾳ“ καλουμένῃ) οἱ τοῦ στρατεύματος ἄρχοντες τὴν τῆς χώρας ἀρχὴν κατέλαβον νεωστὶ βίᾳ χρώμενοι, ὃ τῷ ὄντι οἱ πλεῖστοι ἤδη γενησόμενον προεῖδον. 

τῷ μὲν μηνὶ Νοεμβρίῳ, ἀρχαιρεσιῶν γενομένων, τὸ τῆς Aung San Suu Kyi κόμμα παντελῶς ἐνίκησεν, τὸ γὰρ 83% τῶν ψήφων ἐκτήσατο, τὸ δὲ τοῦ στρατεύματος κόμμα μόνον μικρὸν μέρος τῶν βουλευτῶν ἐκτήσατο· ἔπειτα δὲ οἱ τοῦ στρατεύματος ἄρχοντες τὸ ἀποβὰν οὐ δεξάμενοι, τῆς νέας βουλῆς συντάξεσθαι μελλούσης, αὐτήν τε τὴν A.S.S.K. καθεῖρξαν καὶ ἄλλους ἑκατὸν βουλευτάς, ὃ δὲ πρὸς τούτῳ ἐγένετο ῥᾷστόν ἐστιν εἰδέναι, ὁπόταν γὰρ ἂν τὸ ἧστινος χώρας στράτευμα τὴν ἀρχὴν βίᾳ λαμβάνῃ ἀεὶ τὸ αὐτὸ γίγνεται· δεῖ τὴν τῶν τῆς ὁμιλίας ὀργάνων δύναμιν κατέχειν.

τήμερον οἱ νῦν ἐν τέλει στρατηγοὶ οὐ μόνον τὸ Facebook ἀλλὰ καὶ ἄλλα τῆς ὁμιλίας ὄργανα οἷα Instagram καὶ Whatsapp κατέκλεισαν φοβούμενοι μὴ οἱ πολῖται εἴτε διαδηλώσεις εἴτε ἄλλο τι ὁμοῖον παρασκευάζειν δύνωνται. οἱ οὖν πολῖται νῦν μάλιστα φοβοῦνται, εἰδότες ὅπως τὸ στράτευμα τοὺς ἀνθισταμένους κολάζει παρανομίᾳ χρώμενοι.

ὡς δὲ ἐπὶ τὸ πολὺ αὕτη ἡ χώρα σχεδὸν ἀεὶ ὑπὸ τοῦ στρατεύματος ἐκρατήθη, ἀλλὰ τῷ 2010ῳ ἔτει ἡ A.S.S.K. τοὺς στρατηγοὺς ἐκ τῆς ἀρχῆς ἐκβαλοῦσα τὴν δημοκρατίαν εἰς τὴν χώραν εἰσήνεγκεν (καίπερ περὶ τῆς τῶν Ῥοχιγκίων ἐξωλείας κακῶς ἀκούουσα), ὅμως δὲ ἡ δημοκρατία μόνον δέκα ἔτη μεμένηκεν.

κατὰ τὸν Min Aung Hlaing (ἐν τῇ φωτογραφίᾳ), τὸν τοῦ στρατεύματος ἄρχοντα, ἡ κατάστασις οὕτω μενεῖ ἕως ἂν ἑνὸς ἔτους ἐξελθόντος νέας τε καὶ “δικαίας“ ἀρχαιρεσίας ποιῶνται (οὐδεὶς τὴν αἰτίαν τῆς θαυμαστῆς προγνώσεως γιγνώσκει, ἀλλὰ ἤδη πάντες ἴσασιν ὅστις νικήσει...).



Τρεῖς μῆνας ἐν τῷ ἀερολιμένι
29 Ἰανουαρίου 2021

Picture
Πάντες ἴσμεν ὅ τι σημαίνει τὸ ἐν ἀερολιμένι τινὶ καθεύδειν (ἴσως ἂν δέοι λέγειν “καθεύδειν πειρώμενοι“), ἐνίοτε μὲν διότι ὀψὲ ἀφικόμενοι οὐκ ἐδυνήθημεν εἰς τὸ ἀεροσκάφος εἰσβῆναι καὶ ἐδέησε πᾶσαν τὴν νύκτα ἐκεῖ μένειν ἕως ἄλλο ἀεροσκάφος ὑπάρχοι, ἐνίοτε δὲ διότι, ἐν μέσῳ πορείας τινός, ὀψὲ τῆς ἑσπέρας ἐξ ἄλλου ἀεροσκάφους ἐκβάντας ἔδει τὸ δεύτερον ἀεροσκάφος μένειν καὶ ἡ πόλις ἄγαν ἀπεῖχεν ἢ ὥστε δύνασθαι ἐκεῖσε ἰέναι... ἀλλὰ τὸ ἀποβὰν ἀεὶ τὸ αὐτό ἐστιν· μετὰ πέντε ὥρας ἤδη τὸν ἀερολιμένα μισοῦντες ἐπιφλέγειν ποθοῦμεν.

τὸν δὲ ἀερολιμένα μισοῦμεν διότι, οἴκοι ἐπανελθεῖν βουλόμενοι, ἀναγκαζόμεθα ἐκεῖ μένειν οὐδὲν ποιοῦντες, ἀλλὰ... εἰ ἀντὶ μιᾶς νυκτὸς εἴησαν τρεῖς μῆνες, τί ἂν ποιήσαιμεν; τρεῖς μῆνας ἐν τῷ ἀερολιμένι μένειν; τίνος ἕνεκα;

τοῦτό γε ἐστιν ὃ ἀνήρ τις ἐν τῷ τῆς πόλεως Σικάγο ἀερολιμένι (O'Hare καλουμένῳ) ἐποίησεν, ὡς ἔπος εἰπεῖν, ἑκών. ὁ μὲν Aditya Singh, τριάκοντα καὶ ἓξ ἔτη γεγονώς, οὐκ ἐβούλετο πρὸς τὴν Καλιφορνίαν ἐπανελθεῖν, οὗ οἰκεῖ, φοβούμενος μὴ τὴν νόσον Covid-19 δέχοιτο (ἐν γὰρ ταύτῃ τῇ ἐπαρχίᾳ, τῇ Καλιφορνίᾳ, αὕτη ἡ νόσος μάλιστα ἐσκέδασται), ἔδοξε δὲ αὐτῷ φοβουμένῳ τε καὶ ἀποροῦντι ἐν τῷ ἀερολιμένι μένειν ἀλλὰ ἐν ἀβάτῳ χωρίῳ εἰς ὃ μόνοις τοῖς τοῦ ἀερολιμένος ἐργασταῖς εἰσελθεῖν ἐξουσία ὑπάρχει· τέλος δὲ ἐργασταί τινες τοῦ ἀερολιμένος τὴν ἀλήθειαν περὶ ἐκείνου τοῦ ἀνδρὸς ᾔσθησαν ὃν ἤδη πολλάκις ἐκεῖ ἔνδον τοῦ ἀβάτου χωρίου ἔνθα καὶ ἔνθα περιπατοῦντα εἶδον.

ὅμως δὲ ὃ πάντες θαυμάζουσι τόδε ἐστίν· ὅπως οὗτος ὁ ἀνὴρ τοσοῦτον χρόνον χρήματα οὐκ ἔχων ἐβίωσεν, αὐτὸς δὲ ἐρωτώμενος τὴν ἀπόκρισιν παρέδωκεν, εἶπε γὰρ ὅτι οἱ ἄλλοι ἐπιβάται ἐνίοτε σῖτον ἑαυτῷ παρασχοῖεν.



Ἡ πόλις Οὐχὰν ἐκ τῶν τεφρῶν πάλιν γίγνεται
23 Ἰανουαρίου 2021

Picture Ἀπὸ μὲν τῆς τραγῳδίας πρὸς τὴν δόξαν, ἀπὸ δὲ τῆς δυσμενείας πρὸς τὴν εὔκλειαν.

περὶ τῆς πόλεως Οὐχὰν πολλὰ ἀκηκόαμεν, ἐκεῖ γὰρ τὸ πρῶτον ἐπεφάνη ἡ νόσος Covid-19 καλουμένη, ἴσμεν δὲ ὅτι αὕτη ἡ πόλις κεκλεισμένη ἔμενε τρεῖς μῆνας, οὔτε εἰσελθεῖν οὔτε ἐξελθεῖν ἐδύναντο οἱ πολῖται, πάντες δὲ εἴδομεν διὰ τῆς τηλεοράσεως τοὺς στρατιώτας σῖτόν τε καὶ ἄλλα ἀναγκαῖα τοῖς πολίταις κομίζοντας· ἐκείνη οὖν ἡ πόλις νῆσος ἐγένετο.

νῦν δὲ δεῖ ἡμᾶς αὖθις περὶ ταύτης τῆς πόλεως γράφειν, ἀλλὰ εἰ τὸ πρότερον μόνον κακὰ νέα ἐξῆν γράφειν νῦν τά ἐναντία γράφειν δέοι ἄν, ἡ γὰρ Οὐχὰν ἐκ τῶν τεφρῶν πάλιν ἐγένετο ὥσπερ ἂν εἰ ὁ ὄρνις Φοῖνιξ εἴη.

ἤδη ἐνιαυτοῦ ἐξελθόντος ἐξ οὗ ἔδοξε τοῖς ἐν τέλει τὴν πόλιν κλεῖσαι, ἡ νῦν κατάστασις παντελῶς ἀλλοία ἐστίν, ἤδη δὲ πάντες ἴσμεν ὅτι τῶν πολιτῶν αὖθις τῇ αὐτῇ διαίτῃ χρωμένων ὡς τὸ πρότερον νῦν εἰσελθεῖν καὶ ἐξελθεῖν ἔξεστι καὶ οἱ πολῖται οὐκέτι τὴν ἔνδειαν πάσχουσι ἣν ἔπαθον, ἀλλὰ ὃ οὐ πάντες ἴσασι τόδε ἐστίν, θαυμαστὸν δέ· Οὐχὰν τὸ τῆς Σίνης κέντρον γεγένηται τὸ τῶν περιηγητῶν, τῆς γὰρ νόσου ἀπὸ ταύτης τῆς πόλεως ἀφανισθείσης οἱ περιηγηταί, πορεύεσθαί τε καὶ ἅμα τὴν νόσον φυγεῖν βουλόμενοι, οὐ πολὺν χρόνον συμβουλεύουσι πρὶν ἂν ταυτην τὴν πόλιν ἑλῶνται, εἰδότες ὅτι ἐκεῖ οὐδεὶς κίνδυνός ἐστι μὴ ταύτην τὴν νόσον δέχωνται· νῦν δὲ οἱ Σῖνοι πολῖται ἴσασιν οὔποθι ἀσφαλέστεροι ἐσόμενοι ἢ ἐν ταύτῃ τῇ πόλει.

ὁ Σινὸς πρόεδρος νεωστὶ ταύτην τὴν πόλιν “τὴν ἡρωικὴν πόλιν“ ἐκάλεσεν, ἐκεῖ δὲ ἡ νόσος δοκεῖ μένειν μόνον ὡς τηλεφανὲς καὶ κακὸν μνημόνευμα.

πηγη