Τὸ Βατικάνον καὶ ἡ Βορεία Κορέα
18 Φεβρουαρίου 2021
τῆς δὲ νόσου Covid-19 ἐν τῇ Ῥώμῃ (οὕτως καὶ πανταχοῦ) διασκεδασθείσης, ἔδοξε τοῖς ἐν τέλει τὸ ἀντίδοτον παρέχειν πᾶσιν οἵτινες ἐντὸς τῆς πόλεως οἰκοῦσιν, ἀμφισβήτησις δὲ ἐγένετο περὶ τοὺς ἐκεῖ ἐργαζομένους ἀλλὰ οὔτε ἐκεῖ οἰκοῦντας οὔτε πολίτας ὄντας, κίνδυνος γάρ ἐστι μὴ τὴν νόσον εἰς τὴν πόλιν εἰσενέγκωσιν· τούτων δὲ οὕτως ἐχόντων, ὁ μὲν τῆς πόλεως ἄρχων, ὁ Giuseppe Bertello, εἶπεν ὅτι ἀναγκαῖον ἔσοιτο τοῖς ἐν τῇ πόλει ἐργαζομένοις τὸ ἀντίδοτον δέχεσθαι καίπερ πολίταις μὴ οὖσιν, κατὰ δὲ τὸ ψήφισμα ὃ ὁ G. B. ἀπέδειξεν οὐκ ἐξέσται τοῦτον τὸν νόμον φυγεῖν, οἵτινες δὲ ἂν μὴ βούλωνται τὸ ἀντίδοτον δέχεσθαι ἴσως ἐκ τῆς ἐργασίας ἐκβληθήσονται· ὅμως δὲ οἵτινες ἂν τῆς ἑαυτῶν ὑγιείας ἕνεκα μὴ δέχεσθαι ἀρνῶνται δυνηθήσονται ἄλλοθι ἐργάζεσθαι ὅπου ἂν ἐλάττοσιν ἀνθρώποις συντύχωσιν.
ἐν δὲ τῷ ἐναντίῳ τοῦ κόσμου μέρει, ἐν τῇ Βορείᾳ Κορέᾳ, ἡ τοῦ Kim Jong-un γυνὴ ὅλου ἔτους ἐξελθόντος αὖθις ἐν τῷ φανερῷ ἐπεφάνη· κατὰ μὲν τὸν τῆς ἀρχῆς φερέφωνον εἰς ἐκείνην τὴν χώραν ἡ νόσος Covid-19 οὐκ ἀφίκετο, ἀλλὰ λέγεται ὅτι, τῆς νόσου ἀφικομένης, ἡ τοῦ ἄρχοντος γυνὴ τὰ πλήθη φεύγει ἵνα μὴ τοῖς ἑαυτῆς υἱοῖς μεταδῷ, ἐπεὶ δὲ ἡ ἐκεῖ παρρησία, ὡς ἔπος εἰπεῖν, τὸ πρῶτον ἆθλον ἐν ἀγῶνι ὑπὲρ τῆς ἐλευθερίας τινὶ οὐ δέξαιτο ἄν, οὐ δυνάμεθα τἀληθῆ εἰδέναι.