Αποφάσισε να ανοίξει site και να γράφει τις ειδήσεις στα αρχαία ελληνικά.
Τὸ Βατικάνον καὶ ἡ Βορεία Κορέα
18 Φεβρουαρίου 2021
Ὅ
τι τὸ Βατικάνον ἐστὶν ἤδη ἴσμεν, ἡ μικροτάτη τῆς οἰκουμένης χώρα οὗ ὁ
Πάπας οἰκεῖ, ἀλλὰ οἱ πλεῖστοι νομίζουσι πάντας τοὺς ἐκεῖ οἰκοῦντας
ἱερέας εἶναι, ὃ μάλιστα ἀπὸ τῆς ἀληθείας ἀπέχει, ἐκεῖ γὰρ ἴσως
ὀκτακόσιοι ἱερεῖς ἔνδον τῆς ἱερᾶς πόλεως οἰκοῦσιν... ἀλλὰ τρισχίλιοι
ἄλλοι ἄνθρωποι καίπερ τοῦ Βατικάνου πολῖται οὐκ ὄντες ἔνδον αὐτοῦ
ἐργάζονται, ὧν οἱ πλεῖστοι καθ' ἡμέραν εἰς τὴν πόλιν εἰσέρχονται καὶ ἐξ
αὐτῆς ἐξέρχονται.
τῆς δὲ νόσου Covid-19 ἐν τῇ Ῥώμῃ (οὕτως καὶ πανταχοῦ) διασκεδασθείσης, ἔδοξε τοῖς ἐν τέλει τὸ ἀντίδοτον παρέχειν πᾶσιν οἵτινες ἐντὸς τῆς πόλεως οἰκοῦσιν, ἀμφισβήτησις δὲ ἐγένετο περὶ τοὺς ἐκεῖ ἐργαζομένους ἀλλὰ οὔτε ἐκεῖ οἰκοῦντας οὔτε πολίτας ὄντας, κίνδυνος γάρ ἐστι μὴ τὴν νόσον εἰς τὴν πόλιν εἰσενέγκωσιν· τούτων δὲ οὕτως ἐχόντων, ὁ μὲν τῆς πόλεως ἄρχων, ὁ Giuseppe Bertello, εἶπεν ὅτι ἀναγκαῖον ἔσοιτο τοῖς ἐν τῇ πόλει ἐργαζομένοις τὸ ἀντίδοτον δέχεσθαι καίπερ πολίταις μὴ οὖσιν, κατὰ δὲ τὸ ψήφισμα ὃ ὁ G. B. ἀπέδειξεν οὐκ ἐξέσται τοῦτον τὸν νόμον φυγεῖν, οἵτινες δὲ ἂν μὴ βούλωνται τὸ ἀντίδοτον δέχεσθαι ἴσως ἐκ τῆς ἐργασίας ἐκβληθήσονται· ὅμως δὲ οἵτινες ἂν τῆς ἑαυτῶν ὑγιείας ἕνεκα μὴ δέχεσθαι ἀρνῶνται δυνηθήσονται ἄλλοθι ἐργάζεσθαι ὅπου ἂν ἐλάττοσιν ἀνθρώποις συντύχωσιν.
ἐν δὲ τῷ ἐναντίῳ τοῦ κόσμου μέρει, ἐν τῇ Βορείᾳ Κορέᾳ, ἡ τοῦ Kim Jong-un γυνὴ ὅλου ἔτους ἐξελθόντος αὖθις ἐν τῷ φανερῷ ἐπεφάνη· κατὰ μὲν τὸν τῆς ἀρχῆς φερέφωνον εἰς ἐκείνην τὴν χώραν ἡ νόσος Covid-19 οὐκ ἀφίκετο, ἀλλὰ λέγεται ὅτι, τῆς νόσου ἀφικομένης, ἡ τοῦ ἄρχοντος γυνὴ τὰ πλήθη φεύγει ἵνα μὴ τοῖς ἑαυτῆς υἱοῖς μεταδῷ, ἐπεὶ δὲ ἡ ἐκεῖ παρρησία, ὡς ἔπος εἰπεῖν, τὸ πρῶτον ἆθλον ἐν ἀγῶνι ὑπὲρ τῆς ἐλευθερίας τινὶ οὐ δέξαιτο ἄν, οὐ δυνάμεθα τἀληθῆ εἰδέναι.

Εγγραφή σε:
Αναρτήσεις (Atom)